Ο Ψαλμός ρλδ' (134) σε Αγιορείτικο ύφος - Ήχος α'

byzantinosymnos | | | Filed under Ετικέτες , , , ,

http://www.youtube.com/watch?v=vEBFXCU4gqAendofvid
[starttext]


Δοῦλοι, Κύριον, ᾿Αλληλούια. Αἰνεῖτε τὸ ὄνομα Κυρίου,
αἰνεῖτε, δοῦλοι, Κύριον, ᾿Αλληλούια.
Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, ᾿Αλληλούια.
Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς Κύριος
ψάλατε τῷ ὀνόματι αὐτοῦ, ὅτι καλόν, ᾿Αλληλούια.
ὅτι τὸν ᾿Ιακὼβ ἐξελέξατο ἑαυτῷ ὁ Κύριος, ᾿
Ισραὴλ εἰς περιουσιασμὸν ἑαυτῷ, ᾿Αλληλούια.
ὅτι ἐγὼ ἔγνωκα ὅτι μέγας ὁ Κύριος,
καὶ ὁ Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς, ᾿Αλληλούια.
Πάντα, ὅσα ἠθέλησεν ὁ Κύριος ἐποίησεν ἐν τῷ οὐρανῷ καὶ ἐν τῇ γῇ,
ἐν ταῖς θαλάσσαις καὶ ἐν πάσαις ταῖς ἀβύσσοις, ᾿Αλληλούια.
ἀνάγων νεφέλας ἐξ ἐσχάτου τῆς γῆς,
ἀστραπὰς εἰς ὑετὸν ἐποίησεν, ᾿Αλληλούια.
ὁ ἐξάγων ἀνέμους ἐκ θησαυρῶν αὐτοῦ,
ὃς ἐπάταξε τὰ πρωτότοκα Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους, ᾿Αλληλούια.
ἐξαπέστειλε σημεῖα καὶ τέρατα ἐν μέσῳ σου,
Αἴγυπτε, ἐν Φαραὼ καὶ ἐν πᾶσι τοῖς δούλοις αὐτοῦ, ᾿Αλληλούια.
ὃς ἐπάταξεν ἔθνη πολλὰ καὶ ἀπέκτεινε βασιλεῖς κραταιούς, ᾿Αλληλούια.
Τὸν Σηὼν βασιλέα τῶν ᾿Αμορραίων καὶ τὸν
῍Ωγ βασιλέα τῆς Βασὰν καὶ πάσας τὰς βασιλείας Χαναάν, ᾿Αλληλούια.
Καὶ ἔδωκε τὴν γῆν αὐτῶν κληρονομίαν,
κληρονομίαν ᾿Ισραὴλ λαῷ αὐτοῦ, ᾿Αλληλούια.
Κύριε, τὸ ὄνομά σου εἰς τὸν αἰῶνα
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν, ᾿Αλληλούια.
ὅτι κρινεῖ Κύριος τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοῖς δούλοις αὐτοῦ παρακληθήσεται, ᾿Αλληλούια.
Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον,
ἔργα χειρῶν ἀνθρώπων, ᾿Αλληλούια.
Στόμα ἔχουσι καὶ οὐ λαλήσουσιν,
ὀφθαλμοὺς ἔχουσι καὶ οὐκ ὄψονται, ᾿Αλληλούια.
ὦτα ἔχουσι καὶ οὐκ ἐνωτισθήσονται,
οὐδὲ γάρ ἐστι πνεῦμα ἐν τῷ στόματι αὐτῶν, ᾿Αλληλούια.
ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ
καὶ πάντες οἱ πεποιθότες ἐπ᾿ αὐτοῖς, ᾿Αλληλούια.
Οἶκος ᾿Ισραήλ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος ᾿Ααρών, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἶκος Λευΐ, εὐλογήσατε τὸν Κύριον, ᾿Αλληλούια.
Οἱ φοβούμενοι τὸν Κύριον, εὐλογήσατε τὸν Κύριον,
εὐλογητὸς Κύριος ἐκ Σιών, ὁ κατοικῶν ῾Ιερουσαλήμ,
᾿Αλληλούια.
[endtext]